Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.243 Joseph. AJ 16.248 (English) >>Joseph. AJ 16.253

16.246τῷ δʼ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως. 16.247καί τις ἐν πολλοῖς τοῖς βασανιζομένοις εἶπεν, ὡς εἰδείη τὸν νεανίσκον λέγοντα πολλάκις, ὅταν ἐπαινούμενος αὐτὸς τύχῃ τό τε σῶμα ὡς εἴη μέγας καὶ τὴν τοξικὴν εὔστοχος καὶ τἆλλα τὰ πρὸς ἀρετὴν ὑπὲρ ἅπαντας, ὅτι ταῦτʼ αὐτῷ κακὰ μᾶλλον ἤπερ ἀγαθὰ παρὰ τῆς φύσεώς ἐστιν· ἄχθεσθαι γὰρ ἐπʼ αὐτοῖς τὸν πατέρα καὶ φθονεῖν, 16.248αὐτός τε ὅταν μὲν ἅμα περιπατῶν συστέλλειν αὑτὸν καὶ καθαιρεῖν ὡς μὴ μείζων ὁρᾶσθαι, τοξεύων δὲ ἐν τοῖς κυνηγεσίοις ἐκείνου παρόντος ἀπὸ σκοποῦ ῥίπτειν· τὴν γὰρ φιλοτιμίαν εἰδέναι τοῦ γεγεννηκότος τούτων εὐδοκιμούντων. 16.249βασανιζομένῳ τῷ τε λόγῳ καὶ προσγινομένης ἀνέσεως τῷ σώματι προσετίθει δʼ ὅτι καὶ συνεργὸν ἔχων τὸν ἀδελφὸν Ἀριστόβουλον ἐν κυνηγεσίῳ λοχήσας φεύγειν εἰς Ῥώμην, ἐπειδὰν τοῦτʼ αὐτῷ πραχθῇ, τὴν βασιλείαν αἰτησόμενος. 16.250εὑρέθη δὲ καὶ γράμματα τοῦ νεανίσκου πρὸς τὸν ἀδελφόν, ἐν οἷς ἐμέμφετο τὸν πατέρα μὴ δίκαια ποιεῖν, Ἀντιπάτρῳ χώραν ἀπονέμοντα πρόσοδον διακοσίων ταλάντων φέρουσαν. 16.251ἐπὶ τούτοις εὐθὺς μὲν ἔδοξέν τι πιστὸν ἔχειν Ἡρώδης, ὡς ᾤετο, κατὰ τῆς τῶν παίδων ὑποψίας καὶ συλλαβὼν ἔδησεν τὸν Ἀλέξανδρον. αὖθις δὲ οὐκ ἀνίει χαλεπὸς ὤν, τὰ μὲν οὐδʼ οἷς ἤκουσεν ἄγαν πεπιστευκώς· ἀναλογιζομένῳ γὰρ ἄξιον μὲν ἐπιβουλῆς ἐξ αὐτῶν οὐδὲν ἐφαίνετο, μέμψεις δὲ καὶ νεανικαὶ φιλοτιμίαι, καὶ τὸ κτείναντα φανερῶς εἰς τὴν Ῥώμην ὁρμᾶν ἀπίθανον.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.243 Joseph. AJ 16.248 (English) >>Joseph. AJ 16.253

Powered by PhiloLogic